Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.108 Dem. 24.110 (English) >>Dem. 24.113

24.109καὶ μὴν κἀκείνων ἠκούετε τῶν νόμων οἷς ἐναντίος ὢν ἐφαίνεθʼ τούτου· καὶ τούτους ὅτι πρὶν λῦσαι τόνδε τέθηκεν ἐπίστασθε. ἀλλὰ μὴν ὅτι γʼ οὐκ ἐπιτήδειος, ἀκηκόατε· ἄρτι γὰρ λέγων ἐπαυσάμην. οὐκοῦν κατὰ πάντʼ ἀδικεῖ φανερῶς, καὶ οὐδὲν ἔσθʼ τι φροντίσας οὐδʼ εὐλαβηθεὶς φαίνεται, ἀλλʼ ἔμοιγε δοκεῖ, κἂν εἰ πρὸς τούτοις ἄλλο τι μὴ ποιεῖν ἐγέγραπτʼ ἐν τοῖς οὖσι νόμοις, κἂν τοῦτο ποιῆσαι.

24.110πανταχόθεν μὲν τοίνυν δῆλός ἐσθʼ ὅτι ταῦτʼ ἔγραψʼ ἐπιβουλεύσας μετὰ τοῦ βουλεύσασθαι ταῦτʼ ἀδικεῖν καὶ οὐ γνώμῃ διαμαρτών, μάλιστα δʼ ἐκ τοῦ πάντα τὸν νόμον μέχρι τῆς ὑστάτης συλλαβῆς τοιοῦτον εἶναι· οὐδὲ γὰρ οὐδʼ ἄκων οὐδὲν ἔθηκεν ὀρθῶς ἔχον, οὐδʼ ὡς ὑμῖν ἔμελλε λυσιτελήσειν. πῶς οὖν οὐκ εἰκὸς μισεῖν καὶ τιμωρεῖσθαι τοῦτον, ὅστις τοῦ μὲν δήμου ἠδικημένου ἠμέλησεν, ὑπὲρ δὲ τῶν ἠδικηκότων καὶ ὕστερον ἀδικησόντων τοὺς νόμους ἔθηκεν; 24.111θαυμάζω δʼ, ἄνδρες δικασταί, τῆς ἀναιδείας αὐτοῦ, τὸ ἡνίκα μὲν ἦρχεν αὐτὸς μετʼ Ἀνδροτίωνος, τὸν ἔλεον τοῦτον ἐπὶ τῷ πλήθει τῷ ὑμετέρῳ μὴ ποιήσασθαι, τῷ ἀπειρηκότι τὰ ἑαυτοῦ χρήματʼ εἰσφέροντι, ἐπειδὴ δʼ Ἀνδροτίωνʼ ἔδει πάλαι ὑφῄρητο τῆς πόλεως χρήματα καταθεῖναι, τὰ μὲν ἱερά, τὰ δʼ ὅσια, τότε θεῖναι τὸν νόμον ἐπʼ ἀποστερήσει τῶν μὲν ὁσίων τῆς διπλασίας, τῶν ἱερῶν δὲ τῆς δεκαπλασίας. καὶ οὕτω πρὸς τὸ πλῆθος τὸ ὑμέτερον προσενήνεκται αὐτίκα δὴ μάλʼ ὑπὲρ τοῦ δήμου φήσων τὸν νόμον τοῦτον θεῖναι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.108 Dem. 24.110 (English) >>Dem. 24.113

Powered by PhiloLogic